… \ Kapelle \ Synaxarion
Großmärtyrerin
Gedenktag: 5. Mai
Apolytikion:
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Εἰρήνης τὸν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δι‘ ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σὺ γὰρ τοῦ πολέμου, τᾶς ἐνέδρας φυγοῦσα, ἤθλησας ὑπὲρ φύσιν, ὡς παρθένος φρονίμη, διὸ Μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμὶν αἴτησαι.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος α‘. Τοῦ λίθου σφραγισθέντος.
Ὁ Χριστὸς ἡ εἰρήνη σὲ Εἰρήνην ἐκάλεσε· σὺ γὰρ τὴν εἰρήνην βραβεύεις τοῖς τελοῦσι τὴν μνήμην σου, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, προστρέχουσι τῷ θείῳ σου ναῷ, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῇ τρισηλίῳ παρισταμένη Θεότητι. Ἅπαντες οὖν χαρμονικῶς, τὴν μνήμην αὐτῆς τελέσωμεν, τὸν ἀντιδοξάσαντα αὐτήν, Χριστόν μεγαλύνοντες.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ‘. Ταχὺ προκατάλαβε.
Ἁγνείας λαμπρότησι, κρίνον ὡς εὔοσμον, ἐξήνθησας ἔνδοξε Εἰρήνη μάρτυς Χριστοῦ, στολαῖς μαρτυρίου σου, κάλλεσιν ὡραΐσθης, ἐπιγνώσεως Θείας, πλάνης δυσωδεστάτης ἀπελαύνουσα βλάβην· διό σου τὴν πανεύφημον μνήμην γεραίρομεν.
Vita:
in Bearbeitung